Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.153 Dem. 23.156 (English) >>Dem. 23.159

23.155ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμʼ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν ἠγνόησέ τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ τυχὼν ἄνθρωπος. οὐδʼ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, οὐδʼ ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδʼ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμεινʼ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γʼ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχʼ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δʼ οὐδʼ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει. 23.156αἰσθόμενος δʼ οὗ ἦν κακοῦ καὶ λογισμὸν λαβὼν ὅτι ληφθήσεται, κἂν μηδενὶ τῶν ἄλλων, τῷ γε λιμῷ, εἶδεν, εἴτε δή τινος εἰπόντος εἴτʼ αὐτὸς συνείς, ὅτι σωτηρία μόνη γένοιτʼ ἂν αὐτῷ ἥπερ ἅπαντας ἀνθρώπους σῴζει. ἔστι δʼ αὕτη τίς; ὑμετέρα, ἄνδρες Ἀθηναῖοι, εἴτε χρὴ φιλανθρωπίαν λέγειν εἴθʼ τι δήποτε. γνοὺς δὲ τοῦτο πέμπει τὴν ἐπιστολὴν ὑμῖν, ἧς ἄξιόν ἐστιν ἀκοῦσαι, βουλόμενος διὰ τῆς ὑποσχέσεως τοῦ κομιεῖσθαι Χερρόνησον ὑμῖν, καὶ διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι, τριήρων εὐπορήσας παρʼ ὑμῶν ἀσφαλῶς ἐκ τῆς Ἀσίας ἀποδρᾶναι. 23.157τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμʼ ἐπʼ αὐτοφώρῳ; Μέμνων καὶ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δʼ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ ʼθέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.153 Dem. 23.156 (English) >>Dem. 23.159

Powered by PhiloLogic